Тёмный

Βηθλεέμ ετοιμάζου - Ύμνοι Χριστουγέννων - Ιωάννης Βρούζος 

Ioannis Vrouzos
Подписаться 1,3 тыс.
Просмотров 995
50% 1

Πατήστε "ΕΓΓΡΑΦΗ" στο σύνδεσμο / ΙωάννηςΒρούζος και πατήστε από το κουδουνάκι 🔔 την επιλογή "ΟΛΕΣ" για να σας έρχονται άμεσα οι ειδοποιήσεις για κάθε καινούργιο βίντεο.
Ἦχος πλ. δ´.
Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ’ ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
Ἦχος πλ. δ´.
Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθένον· Μαρία, τί τὸ δρᾶμα τοῦτο ὃ ἐν σοὶ τεθέαμαι; Ἀπορῶ καὶ ἐξίσταμαι, καὶ τὸν νοῦν καταπλήττομαι. Λάθρα τοίνυν ἀπ᾿ ἐμοῦ γενοῦ ἐν τάχει. Μαρία, τί τὸ δρᾶμα τοῦτο ὃ ἐν σοὶ τεθέαμαι; Ἀντὶ τιμῆς αἰσχύνην· ἀντ᾿ εὐφροσύνης τὴν λύπην· ἀντὶ τοῦ ἐπαινεῖσθαι τὸν ψόγον μοι προσήγαγες. Οὐκέτι φέρω λοιπὸν τὸ ὄνειδος ἀνθρώπων. Ὑπὸ γὰρ ἱερέων ἐκ τοῦ ναοῦ ὡς ἄμεμπτον Κυρίου σὲ παρέλαβον· καὶ τί τὸ ὁρώμενον;
Ἦχος γ’.
Ἰωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τὼν ἁγίων ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγὼ φησι, τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει ἡ Μαρία ἀνερμηνεύτως· οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι, σὺν δώροις τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι’ ἡμᾶς, Κύριε, δόξα σοι.
Ἦχος β’.
Τί σοι προσενέγκωμεν, Χριστέ, ὅτι ὤφθης ἐπὶ τῆς γῆς ὡς ἄνθρωπος δι’ ἡμᾶς; Ἔκαστον οὖν γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων τὴν εὐχαριστίαν σοι προσάγει. Οἱ Ἄγγελοι τὸν ὕμνον , οἱ οὐρανοὶ τὸν ἀστέρα, οἱ μάγοι τὰ δῶρα, οἱ ποιμένες τὸ θαῦμα, ἡ γῆ τὸ σπήλαιον, ἡ ἔρημος τὴν φάτνην, ἡμεῖς δὲ Μητέρα Παρθένον, ὁ πρὸ αἰώνων Θεός, ἐλέησον ἠμᾶς.
Ἦχος πλ. β’.
Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον, ἀλλ᾿ οὐρανός σε πᾶσιν ἐκήρυξεν, ὥσπερ στόμα, τὸν Ἀστέρα προβαλλόμενος Σωτήρ. Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ᾿ ὧν ἐλέησον ἡμᾶς.
Ἦχος πλ. β’.
Ἀνέτειλας Χριστὲ ἐκ Παρθένου, νοητὲ Ἥλιε τῆς Δικαιοσύνης· καὶ Ἀστήρ σε ὑπέδειξεν, ἐν Σπηλαίῳ χωρούμενον τὸν ἀχώρητον. Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ᾿ ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.
Ἦχος πλ. α’.
Μάγοι Περσῶν βασιλεῖς, ἐπιγνόντες σαφῶς, τὸν ἐπὶ γῆς τεχθέντα, Βασιλέα οὐράνιον, ὑπὸ λαμπροῦ ἀστέρος ἑλκόμενοι, ἔφθασαν ἐν Βηθλεέμ, δῶρα προσφέροντες ἔγκριτα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· καὶ πεσόντες προσεκύνησαν· εἶδον γὰρ ἐν τῷ Σπηλαίῳ, βρέφος κείμενον τὸν Ἄχρονον.

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3   
@ΓλυκερίαΒρούζου-ψ3δ
@ΓλυκερίαΒρούζου-ψ3δ 10 месяцев назад
Καλά και Ευλογημένα Χριστούγεννα!!
@ΙωάνναΒρουζου
@ΙωάνναΒρουζου 10 месяцев назад
Μπράβο σου Γιάννη!!!!Η Γέννηση του Κυρίου να χαρίζει υγεία σε όλο τον κόσμο!!!
@ΒασίληςΒρούζος
@ΒασίληςΒρούζος 10 месяцев назад
Καλά Χριστούγεννα με υγεία σε όλο τον κόσμο
Далее
Это было очень близко...
00:10
Просмотров 919 тыс.
Это было очень близко...
00:10
Просмотров 919 тыс.