Тёмный

Κύριε εκέκραξα -στιχηρά αναστάσιμα-απόστιχα δ΄΄ήχου Θανάσης Δασκαλοθανάσης 

THANASIS DASKALOTHANASIS
Подписаться 11 тыс.
Просмотров 43 тыс.
50% 1

www.byzantino-... www.byzantino-... Κάνε εγγραφή στο κανάλι. Πάτησε εδώ: bit.ly/3maAztz Κύριε εκέκραξα - Στιχολογία ΄΄Θου Κύριε φυλακην τω στοματί μου΄΄ στιχηρά αναστάσιμα ΄΄Τον ζωοποιόν σου Σταυρόν ΄΄ (σύντομο αναστασιματάριο)-απόστιχα ΄΄Κύριε ανελθών εν τω Σταυρώ ΄΄ (ειρμολογικά), δ΄΄ήχου. Θανάσης Δασκαλοθανάσης. Αναστασιματάριο κλασικό. Ηχογράφηση Νοέμβριος 2017
ΚΥΡΙΕ, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. 2 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. 3 θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. 4 μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. 5 παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου· ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· 6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται τὰ ρήματά μου ὅτι ἡδύνθησαν. 7 ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. 8 ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. 9 φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. 10 πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος δ΄
Τὸν ζωοποιόν σου Σταυρόν,
ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός,
τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν·
δι' αὐτῆς γὰρ ἀνεκαίνισας,
τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε,
καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν,
ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Τοῦ ξύλου τῆς παρακοῆς,
τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ,
τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς,
καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ,
τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας·
διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν,
ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.
Πύλας ᾍδου συνέτριψας Κύριε,
καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας,
γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας,
ζωὴν καὶ ἀφθαρσίαν
τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
Ἕτερα Στιχηρά, Ἀνατολικά. - Ὀκτώηχος
Δεῦτε ἀνυμνήσωμεν λαοί,
τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν,
δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν,
καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες·
ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς,
σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.
Ἄγγελοι καὶ ἄνθρωποι Σωτήρ,
τὴν σὴν ὑμνοῦσι τριήμερον Ἔγερσιν,
δι' ἧς κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα,
καὶ δουλείας τοῦ ἐχθροῦ, πάντες ἐλυτρώθημεν κράζοντες·
Ζωοποιὲ παντοδύναμε Σωτήρ,
σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.
Πύλας χαλκᾶς συνέτριψας,
καὶ μοχλοὺς συνέθλασας Χριστὲ ὁ Θεός,
καὶ γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας·
διὰ τοῦτο συμφώνως βοῶμεν,
ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Κύριε ἡ ἐκ Πατρός σου γέννησις, ἄχρονος ὑπάρχει καὶ ἀΐδιος,
ἡ ἐκ Παρθένου σάρκωσις,
ἄφραστος ἀνθρώποις καὶ ἀνερμήνευτος,
καὶ ἡ εἰς ᾅδου κάθοδος, φοβερὰ διαβόλῳ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ·
θάνατον γὰρ πατήσας, τριήμερος ἀνέστης,
ἀφθαρσίαν παρέχων ἀνθρώποις, καὶ τὸ μέγα ἔλεος.
Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. - Ὀκτώηχος
Ἦχος δ΄
Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ,
τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας
καὶ κατελθὼν ἐν τῷ ᾍδῃ,
τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας,
ἀφθαρσίας δωρούμενος τῶν ἀνθρώπων τῷ γένει·
διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν,
τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. - Ὀκτώηχος
Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ,
πᾶσαν κτίσιν ἐσάλευσας,
τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας,
ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῷ γένει τῶν ἀνθρώπων·
διὸ ὑμνοῦντες δοξάζομεν,
τὴν τριήμερόν σου Ἔγερσιν.
Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῷ Πιλάτῳ,
σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς,
ἀλλ' ἑκὼν ὑπέμεινας ταφήν,
αὐτεξουσίως ἀνέστης τριήμερος,
ὡς Θεὸς δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Μετὰ δακρύων Γυναῖκες,
καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν·
μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον·
Οἴμοι Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων,
πῶς ἐκλάπης;
ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σῶμά σου;΄
Ἄγγελος δὲ πρὸς αὐτὰς ἀπεκρίνατο·
Μὴ κλαίετε φησίν,
ἀλλ' ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος,
παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε,
παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις,
πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα·
σὲ γὰρ μόνην ἀσφαλῆ,
καὶ βεβαίαν ἄγκυραν ἔχομεν,
καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι,
σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων·
Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια,
χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 19   
@parisdelastik3036
@parisdelastik3036 Год назад
Να είστε καλά κύριε Θανάση.Χάρη σε εσάς λειτουργούν πολλά εκκλησακια σε χωριά εδω στην επαρχία.Να ειναι πάντα μεγάλος ο μισθος σας απο τον Κύριο!!!
@user-eg9mv2qm8w
@user-eg9mv2qm8w 5 лет назад
Δάσκαλος μέγας. Με μεγάλη αγάπη από τον καλό μας Θεό. Δώσε λίρες απλόχερα. Όπως ο καλώς θεός κ η καλή μας μάνα. Κ όλα τα τάγματα του Θεού. σου δυνουν χαρά αγάπη κ καλή υπομονή. Τα σχόλια περιτα. Έλληνα άκου. Για να μάθεις. Σε ευχάριστο.
@legendmitchell3040
@legendmitchell3040 3 года назад
Pro tip: watch series at Flixzone. Been using it for watching loads of movies during the lockdown.
@mylesdevon373
@mylesdevon373 3 года назад
@Legend Mitchell yup, been watching on flixzone for since november myself =)
@user-mz6kr1kz2z
@user-mz6kr1kz2z 5 лет назад
Καλημέρα μπράβο για τη φωνή σας. Μου αρέσει θα τα ακούω κάθε μέρα ο καλύτερος ψαλμός.
@despoina91ful
@despoina91ful 2 года назад
7:23 εξαγαγε εκ φυλακής την ψυχή μου
@user-xb5ot3ny4p
@user-xb5ot3ny4p 6 лет назад
Μπάβο!
@nicholasgregoriades7128
@nicholasgregoriades7128 Год назад
Byzantine chant Holy Week
@user-pn6qi9ug5m
@user-pn6qi9ug5m 3 года назад
Δόξα το θεό πάντων ένεκεν 🙏✝️🏰❤️😇🕊️
@elladios.v8832
@elladios.v8832 2 года назад
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος δ΄ Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι. Ἦχος δ΄ Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι. Ψαλμὸς 129 Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου. Ἦχος δ΄ Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος. Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἕτερα Στιχηρά, Ἀνατολικά. - Ὀκτώηχος Ἦχος δ΄ Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Ἦχος δ΄ Ἄγγελοι καὶ ἄνθρωποι Σωτήρ, τὴν σὴν ὑμνοῦσι τριήμερον Ἔγερσιν, δι' ἧς κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα, καὶ δουλείας τοῦ ἐχθροῦ, πάντες ἐλυτρώθημεν κράζοντες· Ζωοποιὲ παντοδύναμε Σωτήρ, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἦχος δ΄ Πύλας χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς συνέθλασας Χριστὲ ὁ Θεός, καὶ γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας· διὰ τοῦτο συμφώνως βοῶμεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι
@elladios.v8832
@elladios.v8832 2 года назад
Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. - Ὀκτώηχος Ἦχος δ΄ Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας καὶ κατελθὼν ἐν τῷ ᾍδῃ, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίας δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο. Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. - Ὀκτώηχος Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ, πᾶσαν κτίσιν ἐσάλευσας, τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας, ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῷ γένει τῶν ἀνθρώπων· διὸ ὑμνοῦντες δοξάζομεν, τὴν τριήμερόν σου Ἔγερσιν. Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῷ Πιλάτῳ, σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς, ἀλλ' ἑκὼν ὑπέμεινας ταφήν, αὐτεξουσίως ἀνέστης τριήμερος, ὡς Θεὸς δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος. Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα Κύριε εἰς μακρότητα ἡμερῶν. Μετὰ δακρύων Γυναῖκες, καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν· μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον· Οἴμοι Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων, πῶς ἐκλάπης; ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σῶμά σου;΄ Ἄγγελος δὲ πρὸς αὐτὰς ἀπεκρίνατο· Μὴ κλαίετε φησίν, ἀλλ' ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος.
@bkerest
@bkerest 2 месяца назад
Μια ερώτηση μόνο θα ήθελα να κάνω, αν θα ήθελε κάποιος να μου απαντήσει. Από πότε ο δ Ήχος στα στιχηραρικά μέλη (σύντομα) έχει ως απήχημα το "Άγια" και όχι το "Λέγετος"?
@markus3376
@markus3376 5 лет назад
Hi! Do you have such records of stihiras of others ηχοι?
@user-dq6qh7yr8y
@user-dq6qh7yr8y 5 лет назад
ΑΝΑΣΤΑΣΙΜΑΤΑΡΙΟ - Hi, there are to playlist anastasimatarion esperinos. ΕΣΠΕΡΙΝΟΣ: ru-vid.com/group/PL_Em0RRTA8WwK-0sOhgxoya-LPIS63rSc
@markus3376
@markus3376 10 месяцев назад
Ευχαριστω παρα πολυ@@user-dq6qh7yr8y
@Konstantinos-M320
@Konstantinos-M320 6 лет назад
Φιλε μια συμβουλη...προσπαθησε να μην ψελνεις με την μυτη σου. Εχεις ωραια φωνη
@user-dq6qh7yr8y
@user-dq6qh7yr8y 6 лет назад
Σας ευχαριστώ για τη συμβουλή. Να είστε καλά.
Далее
Пришёл к другу на ночёвку 😂
01:00
Что думаете?
00:54
Просмотров 564 тыс.
Пришёл к другу на ночёвку 😂
01:00