Тёмный

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΤΩΝ ΕΝ Ι. Μ. ΧΟΖΕΒΑ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΠΑΤΕΡΩΝ 

Hatzis
Подписаться 223
Просмотров 2,4 тыс.
50% 1

The Paraklesis for the Slaughter of the Ascetic Fathers of the Xozevite Monastery. Chanted by the monks of the Monastery of St. George the Chozevite in Palestine.
The first two odes of the service are written below and the entire service can also be found here: iereuskogiasnikolaos.blogspot....
ΙΑΝΟΥΑΡΙΟΥ 9.
(Ὑπὸ Δρ. Χαραλάμπους Μπούσια)
**********************
Ὠδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Χορείαν Πατέρων Χοζεβιτῶν, Ὁσιομάρτυρων, ἀνυμνήσωμεν ἐν χορῷ, ὡς ῥύστας ἐκ πόνων δυσφορήτων, καὶ ἐν κινδύνοις ταχεῖς ἀντιλήπτορας.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ πάντων Δεσπότης καὶ Ποιητής, κλεινοὶ Χοζεβῖται, τὴν λειψάνων ὑμῶν σορόν, επλήρωσε θείας εὐωδίας, καὶ ἰαμάτων πηγὴν ταύτην ἔδειξε.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ζηλώσαντες ἄθλους μαρτυρικούς, χερσὶ παρανόμων, ἀνῃρέθητε ἀσκηταί, σεπτοὶ Χοζεβῖται καὶ πρὸς πόλον, ὑπὲρ ἡμῶν δυσωποῦντες ἀνήλθετε.
Θεοτοκίον.
Ἐλέησον πάντας τοὺς γηγενεῖς, τοὺς σὲ ἀνυμνοῦντας, Ἐλεοῦσα διηνεκῶς, καὶ τούτους γενέσθαι συμμετόχους, τῆς ἐν Χριστῷ κοινωνίας ἀξίωσον.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Βιοτῆς τῆς μονήρους, ὡς ἀληθῆ πρότυπα, καὶ τοῦ μαρτυρίου κανόνας, πίστει δοξάζομεν, ὑμᾶς Πατέρες κλεινοί, καὶ ἐκβοῶμεν ἀπαύστως, τοὺς ὑμᾶς γεραίροντας, ἄχθους λυτρώσασθε.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰατρεύετε πάντας, τὰ τῶν ψυχῶν τραύματα, καὶ τὰς ζοφερὰς ἀλγηδόνας, Ὁσιομάρτυρες, οἱ ὑπ’ ἀνόμων Περσῶν, ἐν τῷ Χοῤῥὰθ τω χειμάῤῥῳ, τὸ ὑμῶν ἐκχύσαντες, αἷμα τὸ πάντιμον.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῶν ἀζύγων λαμπτῆρες, καὶ Χοζεβᾶ ἥλιοι, οἱ ἀσκήσει καὶ ἐναθλήσει, κόσμον αὐγάσαντες, τὰ τῶν ψυχῶν ἀρεταῖς, ἡμῶν πυρσεύσατε βάθη, σκότος διαλύοντες, τῆς ἀπογνώσεως.
Θεοτοκίον.
Ἄνευ Μῆτερ ὠδίνων, τὸν Λυτρωτὴν ἔτεκες, ὅθεν τὰς δριμεῖας ὀδύνας, τὰς πιεζούσας με, Παρθενομῆτορ Ἁγνή, ἐπισκοπῇ σου τῇ θείᾳ, δέομαί σου δίωξον, ἵνα δοξάζω σε.
Διάσωσον, Χοζεβιτῶν ἀθλοφόρων σεπτὴ χορεία, ἐκ παντοίων ἀνομιῶν καὶ πλάνης τοῦ ὄφεως, τοὺς σπεύδοντας τῇ ὑμῶν προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...

Опубликовано:

 

23 сен 2015

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
@venetiakataga6405
@venetiakataga6405 3 года назад
Υπερ υγείας Αλέξανδρος Βενετία Αλεξάνδρα μου
Далее
OM Chanting @ 432 Hz
3:02:45
Просмотров 24 млн
Она Может Остановить Дождь 😱
00:20
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
00:49
OM Chanting @417 Hz | Removes All Negative Blocks
3:00:29
Она Может Остановить Дождь 😱
00:20